Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.297 Joseph. AJ 14.302 (English) >>Joseph. AJ 14.307

14.300ἐγεγάμβρευτο δʼ ἤδη καθʼ ὁμολογίαν τῷ Ὑρκανοῦ γένει καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προειστήκει μέλλων ἄγεσθαι τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, Ὑρκανοῦ δὲ θυγατριδῆν, ἐξ ἧς πατὴρ μὲν γίνεται τριῶν ἀρρένων, δύο δὲ θηλειῶν. ἦκτο δὲ πρότερον καὶ γυναῖκα δημότιν Δῶριν ὄνομα ἐκ τοῦ ἔθνους, ἐξ ἧς αὐτῷ πρεσβύτατος γίνεται Ἀντίπατρος. 14.301

Κάσσιον μὲν οὖν χειροῦνται Ἀντώνιός τε καὶ Καῖσαρ περὶ Φιλίππους, ὡς καὶ παρʼ ἄλλοις δεδήλωται. μετὰ δὲ τὴν νίκην Καῖσαρ μὲν ἐπʼ Ἰταλίας ἐχώρει, Ἀντώνιος δὲ εἰς τὴν Ἀσίαν ἀπῆρεν· γενομένῳ δὲ ἐν τῇ Βιθυνίᾳ αἱ πανταχόθεν ἀπήντων πρεσβεῖαι. 14.302παρῆσαν δὲ καὶ Ἰουδαίων οἱ ἐν τέλει κατηγοροῦντες τῶν περὶ Φασάηλον καὶ Ἡρώδην, πρόσχημα μὲν εἶναι λέγοντες τῆς βασιλείας Ὑρκανόν, τούτους δὲ τὴν πᾶσαν ἔχειν ἐξουσίαν. 14.303Ἡρώδην δὲ Ἀντώνιος διὰ πολλῆς εἶχε τιμῆς ἐλθόντα πρὸς αὐτὸν ἐπὶ ἀπολογίᾳ τῶν κατηγορούντων, καὶ διὰ τοῦτο συνέβη μηδὲ λόγου τυχεῖν τοὺς ἀντιστασιώτας· διεπέπρακτο δὲ τοῦτο χρήμασιν Ἡρώδης παρʼ Ἀντωνίου. 14.304ἐπεὶ δʼ εἰς Ἔφεσον ἧκεν Ἀντώνιος, ἔπεμψεν Ὑρκανὸς ἀρχιερεὺς καὶ τὸ ἔθνος τὸ ἡμέτερον πρεσβείαν πρὸς αὐτὸν στέφανόν τε κομίζουσαν χρυσοῦν καὶ παρακαλοῦσαν τοὺς αἰχμαλωτισθέντας ὑπὸ Κασσίου Ἰουδαίους οὐ νόμῳ πολέμου γράψαντα τοῖς κατὰ τὰς ἐπαρχίας ἐλευθέρους ἀπολῦσαι καὶ τὴν χώραν, ἣν ἐν τοῖς Κασσίου καιροῖς ἀφῃρέθησαν, ἀποδοῦναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.297 Joseph. AJ 14.302 (English) >>Joseph. AJ 14.307

Powered by PhiloLogic